Russia is waging a disgraceful war on Ukraine.     Stand With Ukraine!
  • Hymns & Music of Ancient Greeks

    ὤδή πρός τήν Αφρόδιτα

    Featuring artist: Sappho
Share
Font size
Original lyrics

ὤδή πρός τήν Αφρόδιτα lyrics

Ποικιλόθρον’ ὰθάνατ’ ᾽Αφρόδιτα,
παῖ Δίος, δολόπλοκε, λίσσομαί σε,
μή μ’ ἄσαισι μήτ’ ὀνίαισι δάμνα,
πότνια, θῦμον·
ἀλλά τυίδ’ ἔλθ’, αἴ ποτα κἀτέρωτα
τᾶς ἔμας αὔδας αἴοισα πήλοι
ἔκλυες, πάτρος δὲ δόμον λίποισα
χρύσιον ἦλθες
ἄρμ’ ὐπασδεύξαισα· κάλοι δέ σ’ ἆγον
ὤκεες στροῦθοι περὶ γᾶς μελαίνας
πύκνα δίννεντες πτέῤ ἀπ’ ὠράνω αἴθε-
ρος διὰ μέσσω,
αῖψα δ’ ἐξίκοντο· σὺ δ’, ὦ μάκαιρα,
μειδιάσαισ’ ἀθανάτῳ προσώπῳ
ἤρἐ ὄττι δηὖτε πέπονθα κὤττι
δηὖτε κάλημι,
κὤττι μοι μάλιστα θέλω γένεσθαι
μαινόλᾳ θύμῳ· “τίνα δηὖτε πείθω
μαῖς ἄγην ἐς σὰν φιλότατα τίς σ’, ὦ
Ψάπφ’, ἀδίκηει;
καὶ γάρ αἰ φεύγει, ταχέως διώξει·
αἰ δὲ δῶρα μὴ δέκετ’, ἀλλά δώσει·
αἰ δὲ μὴ φίλει, ταχέως φιλήσει
κωὐκ ἐθέλοισα.”
ἔλθε μοι καὶ νῦν, χαλεπᾶν δὲ λῦσον
ἐκ μερίμναν, ὄσσα δέ μοι τέλεσσαι
θῦμος ἰμέρρει, τέλεσον, σὐ δ’ αὔτα
σύμμαχος ἔσσο.
 

 

Translations of "ὤδή πρός τήν ..."
Hymns & Music of Ancient Greeks: Top 3
Comments