Russia is waging a disgraceful war on Ukraine.     Stand With Ukraine!
  • Aristophanes

    Δύω χοροί ἀπὸ τῶν Σφηκῶν

  • 4 translations
    English #1
    +3 more
    , #2, Greek #1, #2
Share
Font size
Original lyrics

Δύω χοροί ἀπὸ τῶν Σφηκῶν lyrics

ὦ πάλαι ποτ᾽ ὄντες ἡμεῖς ἄλκιμοι μὲν ἐν χοροῖς, 1060
ἄλκιμοι δ᾽ ἐν μάχαις,
καὶ κατ᾽ αὐτὸ δὴ τοῦτο μόνον ἄνδρες ἀλκιμώτατοι:
πρίν ποτ᾽ ἦν πρὶν ταῦτα, νῦν δ᾽
οἴχεται, κύκνου τ᾽ ‹ἔτι› πολιώτεραι δὴ
αἵδ᾽ ἐπανθοῦσιν τρίχες. 1065
ἀλλὰ κἀκ τῶν λειψάνων δεῖ
τῶνδε ῥώμην νεανικὴν σχεῖν:
ὡς ἐγὼ τοὐμὸν νομίζω
γῆρας εἶναι κρεῖττον ἢ πολλῶν
κικίννους νεανιῶν καὶ
σχῆμα κεὐρυπρωκτίαν. 1070
 
----
 
ἄγ᾽ ὦ μεγαλώνυμα τέκνα
τοῦ θαλασσίου ‹θεοῦ›,
πηδᾶτε παρὰ ψάμαθον 1520
καὶ θῖν᾽ ἁλὸς ἀτρυγέτου,
καρίδων ἀδελφοί·
ταχὺν πόδα κυκλοσοβεῖτε,
καὶ τὸ Φρυνίχειον
ἐκλακτισάτω τις, ὅπως 1525
ἰδόντες ἄνω σκέλος ὤζωσιν
οἱ θεαταί.
 

 

Translations of "Δύω χοροί ἀπὸ τῶν ..."
English #1, #2
Greek #1, #2
Comments